Ancient Greek
Chapter 11, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.15.2
Not analysed yet
Φεοδωρήτου. Ἀλλ’ ὁ θεῖος Ἀπόστολος, οἰκονομικῶς κατασκευάζων τὸν λόγον, καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν, οὕτω φησὶ, ὡς εἰ τούτων ἀπιστησάντων προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “κηρυχθήσεται τὸ “εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”