# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.15.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.15.5

Φωτίου. Ἰστέον γε μὴν, ὅτι τὸ, “ εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν,” ἣ ἐπανάληψις ἐστὶ, τοῦ. εἰ δὲ τὸ παράπτωμα αὐτῶν. ὡς καὶ προείρηται, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς. ὡς ἂν εἰ τις ἔλεγε, τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰου- δαίων, λέγων, “ εἴπως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς “ ἐξ αὐτῶν.” τίς ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί φησι, προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι. εἰ γὰρ καὶ τούτων ἐκλειπόντων, ὅμως κατηλλάγη ὁ Θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τι ἃν οὐ γένοιτο χρηστὸν καὶ ὑπ’ ὑπερθαύμαστον, καὶ τούτων σωθέντων καὶ προστεθέντων; τίς οὖν ἔσται αὐτῶν ἡ πρόσληψις καὶ ἡ προσθήκη, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρὰ, ὡς ἐπὶ τελείᾳ καὶ κοινὴ ζωὴ καὶ ἀναβιώσει ἐκ νεκρῶν, πάντων, οὐ μόνον τῶν προσπταισάντων, ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων; καὶ ὅρα· ἀρχόμενος μὲν, πταῖσμα τὴν ἀπείθειαν ἐκάλεσε τῶν Ἰουδαίων· εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν, καὶ ἐπῆρεν αὐτοὺς, πλοῦτον ἐθνῶν καλῶν, καὶ καταλλαγὴν κόσμου, καὶ σάρκα οἰκείαν· τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶ δεικνύει. νεκροὺς αὐτῆς διὰ ταύτης γενέσθαι ἀποφαινόμενος. ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς. ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ὀνομασθῆναι, λίαν πικρὸν ἦν καὶ καταφορικόν· καὶ εἰς ὕβριν μᾶλλον ἣ παραίνεσιν συντελοῦν· οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ, καὶ ἐν τάξει ἐπαίνου προάγει, λέγων, “ τίς ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ζωὴ ἐκ “ νεκρῶν ;” διὰ μὲν τοῦ, “ ζωὴ,” τὸ εὐφραῖνον τιθείς· διὰ “ ἐκ νεκρῶν,” ὑποσημαίνων, ὅτι ἡ ἀπείθεια αὐτῶν, νέκρωσις ἦν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
