Ancient Greek
Chapter 11, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.19.1
Not analysed yet
Χρυσοστόμου. Πάλιν ἐν τάξει ἀντιθέσεως, τὸ ἐναντίον τῶ προτέρῳ κατασκευάζει. δεικνὺς ὅτι καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλ’ ἐφελκόμενος αὐτούς. καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν. εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα. καὶ ὅλον τὸ χωρίον δι’ ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν, ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον, “καλῶς” φησὶ, ἐπῄνεσε τὸ εἰρημένον. εἶτα καὶ φοβεῖ πάλιν, “τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. “σὺ δὲ τῇ πίστει ἕστηκας.” ἰδοὺ πάλιν ἕτερον ἐγκώμιον, καὶ ἐκείνων κατηγορία· ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φρόνημα, ἐπάγων καὶ λέγων, “μὴ ὑψηλοφρόνει· ἀλλὰ φόβου· οὐ γὰρ φύσεως τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν. διδάσκει δὲ τὸν Ἰουδαῖον ὅτι οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν. διὸ καὶ ἐπάγει, “μὴ ὑψηλο- “φρόνει, ἀλλὰ φοβοῦ.” καὶ οὐκ εἶπε ταπεινοῦ. ἡ γὰρ ἀπόνοια, καταφρόνησιν ἐμποιεῖ καὶ ῥαθυμίαν. εἶτα ἐκτραγῳδεῖν μέλλων αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν, οὕτω λέγων, “εἰ “γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,” καὶ οὐκ εἶπεν, οὐδὲ σοῦ φείσεται. ἀλλὰ “μήπως οὐδὲ σοῦ φείσηται.” ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν τῇ ἀμφιβολίᾳ, καὶ ποιῶν ἐναγώνιον εἶναι τὸν πιστόν. κἀκείνους ἐφελκόμενος, καὶ τοῦτον καταστέλλων. Ἐσχημάτισται οὖν ὁ λόγος, ὡς τῶν ἐθνῶν λεγόντων, καὶ διὰ τι μὴ καυχήσομαι, τοιούτων μοι ὑπαρξάντων χρηστῶν; οὗτοι ἐξεκλάσθησαν, καὶ ἐγὼ ἐνεκεντρίσθην, καὶ κληρονόμος γέγονα τῆς τῶν πατέρων αὐτῶν δόξης, καὶ τῶν ἐκείνοις δοθεισῶν ἐπαγγελιῶν. ὁ ξένος ἐγὼ καὶ κατ’ οὐδὲν προσήκων, ἀπολαύω. ἐκ δὲ τοῦ εἰπεῖν καλῶς, συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν.