Ancient Greek
11.19.3 to 11.19.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.19.3-4
Not analysed yet
Θεοδωρήτου. Κἀκείνους γὰρ ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε. καὶ σὲ ἡ πίστις συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μεταλαχεῖν παρεσκεύασε· προσήκει σε τοίνυν μὴ μέγαφρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. διατὶ; εἰ γὰρ ἐκείνους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τοιαύτην ἔσχον προαίρεσιν, πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος. Γενναδίου. Κἀνταῦθα δὲ τὸ “ἵνα” συνήθως σημαίνει τὸ ἀποβάν. ἐρεῖς γὰρ μεγαλαυχούμενος, ὅτι ἐκκοπέντων ἐκείνων ἐνεκεντρίσθην ἐγώ. οὐκοῦν προσκατανοῶν καὶ τὸ αἴτιον τῆστε ἐκείνων ἐκτρίψεως, καὶ τῆς σῆς ἀναστάσεως, σωφρονίζων δέδιθι.