# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.22.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.22.1

Χρυσοστόμου. Οὐκ εἶπεν, ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν. δεικνὺς ὅτι πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν· ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιείτω δεδοικέναι καὶ τρέμειν. ἐπειδὴ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ δεσπότης, διὰ τοῦτο φοβοῦ. οὐ γὰρ ἀκίνητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥαθυμῇς. ὥσπερ οὖν οὐ δὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. καὶ γὰρ σύ, φησιν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ’ αὐτοὶ ἐξεκλάσθησαν καὶ κατέπεσον. καὶ καλῶς εἶπεν “ ἐξεκλάσθησαν.” οὐδέ ποτε γὰρ οὗτος αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. εἶδες πόσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; οὐδὲν γὰρ τούτων ἀκίνητον· οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαρροῦντα κατέστειλε; μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς. μήτε σὺ χρηστότητα, θαρρήσῃς. διὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν. διὰ τοῦτό περὶ σὲ χρηστότητα ἐπεδείξατο, ἵνα ἐπιμείνῃς. καὶ οὐκ εἶπε τῇ πίστει, ἀλλὰ τῇ χρηστότητι. τουτέστιν, ἐὰν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς. οὐ γὰρ πίστεως δεῖ μόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν; ἀλλὰ καὶ παρεζήλωσε τούτους πάλιν δι’ ἐκείνων, δοὺς τῶ Ἰουδαίῳ στῆναι εἰς τὸν τόπον τούτου· καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον. καὶ τὸ μὲν ἐξ ἐθνῶν, ἀπὸ τῶν Ἰουδαίων φοβεῖ, καὶ τῶν ἐκείνοις συμβεβηκότων, ἵνα μὴ ἐπαίρωνται κατ’ αὐτῶν. τὸν δὲ Ἰουδαῖον, ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων, θαρρεῖν παρασκευάζει. καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥαθυμῇς. καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν ζηλώσῃ. καὶ γὰρ σὺ ἐνεκεντρίσθης. πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει. ὅπερ ἀεὶ ποιεῖν εἴωθε, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος. Ὅρα οὖν φησὶν, ὅπως μὲν ἐκείνους ἀπέτεμεν ὁ Θεὸς, τὴν τῶν προγόνων οὐ ζηλώσαντας πίστιν. ὅπως δὲ σὲ φιλανθρωπίας ἠξίωσε, καὶ ῥίζης ἀλλοτρίας ἀπέφηνε κοινωνόν· ἧς ἀλλοτριώσει σε πάντως, τὴν δοθεῖσαν οὐ φυλάξαντα δωρεάν· καὶ τούτους τῆς ἀπιστίας ἀπαλλαγέντας, αὖθις ἐκείνῃ συνάψει. καλῶς δὲ καὶ ἐπὶ τούτων τὸ, “ ἐγκεντρισθήσεται” τέθεικεν· ὡς τῆς ἀπιστίας αὐτοὺς παντελῶς χωρισάσης· καὶ τῆς πίστεως παραπλησίως τοῖς ἔθνεσι συναπτούσης τῇ ῥίζῃ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
