Ancient Greek
Chapter 11, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.22.3
Not analysed yet
Βασιλείου. τίνι δὲ διαφέρει χρηστότης ἀγαθωσύνης; τοῦ Δαβὶδ εἰπόντος, ποτὲ μὲν, ὅτι, “χρηστὸς Κύριος τοῖς σύμπασι.” καὶ “χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.” ποτὲ δὲ, “ἀγάθυνον, “Κύριε, τοῖς ἀγαθοῖς.” καὶ τοῦ Ἱερεμίου.” ἀγαθὸς Κύριος τοῖς “ὑπομένουσιν αὐτόν.” πλατυτέραν οἶμαι εἶναι τὴν χρηστότητα εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης. συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην.