Ancient Greek
Chapter 11, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.24.2
Not analysed yet
Θεοδώρου Μονάχου. Εἰ σὺ οὖν φησιν, ἀγριέλαιος ὣν, οὐ γὰρ ἔσχες γεωργοῦντα τὸν νόμον, οὐδὲ τοὺς προφήτας ἄρδοντας, καὶ καθαίροντας, καὶ τὴν προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους, τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τὲ καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης,; καὶ τοῦτον αὐχεῖς, ῥίζαν καὶ πατέρα καὶ πρόγονον, οὐ κατὰ φύσεως νόμον, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον οὗτοι πιστεύσαντες, τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστήσαντας τῶν Ἰουδαίων, εἰς σωτηρίαν προτρέπων.