# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.25.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.25.5

Κυρίλλου. Ἀλλὰ γὰρ ἐκεῖνο πάλιν ἄθρει, καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται· καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ εἰ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν. καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστία τεθνήκασι. πῶς οὖν εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν; ἀλλ’ οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἶπέρ ἐστιν ἀληθὲς, ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες. τοῦτο γὰρ αὐτὸς ἔφασκεν. “ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά- “ νετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ οἰκείῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ ὁ σοφώτατος Παῦλος, “ ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας “ οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ “ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.” τί ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ·ἐθνῶν, τό γε ἧκον, εἰς νοῦν καὶ σκοπὸν τοῦ κεκληκότος; οὐ γὰρ εἰ τινες ἐθελοντὶ παρώλισθον, καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτητοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσουσι λόγον. ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ’ ὅτου πεποίηνται τὴν ἀπόστασιν. οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος, καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκε· σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃ τοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Διονυσίου Ἀλεξανδρίνου. Τὸ δὲ “ πᾶς Ἰσραὴλ,” ἀντὶ τοῦ, οἱ πλειόνες, κεῖται. Καθὼς γέγραπται, ἥξει ἐκ Σιῶν ὁ ῥυόμενος, καὶ ἀποστρέψει

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
