Ancient Greek
Chapter 11, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.27.8
Not analysed yet
Φωτίου. Ζητήσειε δ’ ἄν τις, εἰ ἐχθροὶ γεγόνασιν Ἰουδαῖοι, διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, πῶς ἀνωτέρω ἔλεγεν, “ἐφ’ ὅσον “εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.” διατὶ; “εἴπως παραζηλώσω μου τὴν σάρκα.” εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι, καὶ μιμοῦνται οἱ Ἰουδαῖοι, καὶ πιστοὶ γίνονται, πῶς δι’ αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτον φαμὲν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους. ἀλλὰ διὰ τοῦ δοξάζεσθαι αὐτοὺς διὰ τοῦ ἐπαινεῖσθαι. ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνατρέχων, ἐρεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν. ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀπόφασιν ἔφη παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ’ ἀμφιβόλως καὶ διστάζων. “εἴ πως,” γάρ φησι, “παραζηλώσω μου τὴν σάρκα.” οἷον, ἴσως, τάχα, ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων. ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους, οὐδ’ οὕτως ἐμάχετο ἑαυτῷ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἐχθροὶ δι’ ὑμᾶς, τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει, καὶ τὴν αἰτίαν δι’ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ, “εἴ πὼς παραζηλώσω τὴν σάρκα, τὴν ἰδίαν ενδεικνυται σπουδὴν, ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς δὲ τῶν εἰρημένων, οὐδ’ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο. καὶ γὰρ οὐδὲν ἐκώλυε τινὰς μὲν τῶν πεπιστευκότων, ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν, παραζηλῶσαι καὶ πιστεῦσαι. καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς, μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν, σκληροτέρους καὶ ἀπιστοτέρους καὶ ἀπειθε- τέρους τῷ εὐαγγελικῷ κινεῖσθαι κηρύγματι. ὃ καὶ ἐπ’ αὐτῶν ἰδεῖν ἐστι τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν, προσέρχονται τῇ πίστει, καὶ σώζονται. οἱ δὲ τούτοις ἀπεχθανόμενοι, σφοδρότεροι ἐχθροὶ τῆς πίστεως καθίστανται.