Ancient Greek
Chapter 11, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.3.4
Not analysed yet
Κυρίλλου. Ὡς ἁρμοδιώτατα τοιγαροῦν, καθάπερ εἰρηκότα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ, παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ Ἠλίου. ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ’ ἑαυτῷ πεπαρῴνηκεν ὁ Ἰσραήλ. βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, εὐκόλως ἐθρη- σκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραήλ. θυσίαι τε ἦσαν, καὶ τεμένη πανταχοῦ. ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι, καὶ δύσοιστον οὕτω τὴν δόξαν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις, καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας. ὅτε καὶ αὐτὸς Ἠλίας, ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων, “τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφή- “τὰς σου ἀπέκτειναν. κἀγὼ κατελείφθην μόνος, καὶ ζητοῦσι τὴν “ψυχήν μου ἀπ’ ἐμοῦ.” ἀντήκουε δὲ πρὸς τοῦτο εὐθὺς, “κατέλι- “πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ “τῇ Βάαλ.” ἀλλ’ ὥσπερ τότε, Θεὸς μὲν οὐκ ἦν, ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸ Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοί. οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστοῦ σωτηρίαν, διωθουμένου τὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, προσαπωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. προσέθηκε γὰρ, ὡς ἔφην, τὸ, εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. χρηματισμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ λόγος.