Ancient Greek
Chapter 11, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.30.1
Not analysed yet
Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους. εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν ἐπακοῦσαι, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. ἀλλ’ οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ’ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. ὅρα πόσον τοῖς τοῖς ἐξ ἐθνῶν, ὅσον ἔμπροσθεν Ἰουδαίοις. ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶ, οἱ ἐξ ἐθνῶν τότε, προσῆλθον οἱ Ἰουδαῖοι. πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. “συν- “ἔκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν.” τουτέστιν, ἤλεγξεν, ἐπέδειξεν ἀπειθοῦντας. οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ’ ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας. τούτους, δι’ ἐκείνων, καὶ ἐκείνους διὰ τούτων. σκόπει δή. ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν. πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε. οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν καθάπερ οἱ Ἰουδαῖοι· ἀλλ’ ὥστε αὐτοὺς ἐπισπάσασθαι τῶ ζήλω.