# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.33.5.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.33.5.1

Χρυσοστόμου. Δείξας οὖν τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα, καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, λοιπὸν ταύτην προβάλλεται εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας, ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. καὶ τοσοῦτος ὣν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παπακλεῖν. καὶ ταῦτα, οὐχ ὑπὲρ ὣν ἔμελλεν αὐτὸς ἀπολαύειν, ἀλλ’ ὑπὲρ ὧν ἐκεῖνοι κερδαίνειν εἶχον. καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε, καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; ἐπειδὴ γὰρ τὰ μυρία ἐντεῦθεν ὑμῖν, φησὶ, ἀγαθὰ, ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ αὐτοὺς παρακαλοῦντας αἰδέσθητε· αὐτοὺς δυσωπήθητε. καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. δι’ αὐτῶν οὖν τούτων, φησὶν, παρακαλῶ, δι’ ὧν ἐσώθητε. ὥσπερ ἃν εἴτις τὸν μεγάλα εὐεργετη- θέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα, ἱκέτην ἀγάγοι. καὶ τί παρακαλεῖς, εἰπέ μοι; “ παραστῆσαι τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ἐπειδὴ γὰρ εἶπε θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε “ ζῶσαν.” εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, “ ἁγίαν, εὐάρεστον “ τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.” ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν “ χειρῶν ὑμῶν ;” καὶ πολλαχοῦ ἀλλαχοῦ φησὶν, τοιαῦτα· διακρουόμενος αὐτὰς, ἀλλ’ οὐχὶ ταύτην. ἀλλὰ καὶ ἐκείνης διδομένης, ταύτην ἐζήτει. διὸ καὶ ἔλεγε, “ θυσία αἰνέσεως δοξάσει με.” καὶ πάλιν, “ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου, μετ’ ᾠδῆς.” καὶ “ ἀρέσει “ τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.” καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν καὶ λέγων, “ μὴ, φάγωμαι κρέα ταύ- “ ρων, ἣ αἷμα ταύρων πίωμαι ;” ἐπήγαγε, “ θῦσον τῷ Θεῷ θυ- “ σίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.” οὕτω καὶ Παῦλος κελεύει ἐνταῦθα “ παραστῆσαι ἦ Θεῷ θυσίαν ζῶσαν, τὰ σώματα· Καὶ πῶς ἃν γένοιτο φησὶν θυσία τὸ σῶμα; μηδὲν ὁ ὀφθαλμὸς βλεπέτω πονηρόν· καὶ γέγονε θυσία. μηδὲν ἡ γλῶττα λαλείτω αἰσχρόν· καὶ γέγονε προσφορά. μηδὲν ἡ χεὶρ πραττέτω παράνο- I μον· καὶ γέγονεν ὁλοκαύτωμα. μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ. ἵνα ἡ μὲν χεὶρ, ἐλεημοσύνην ποιῇ· τὸ δὲ στόμα, εὐλογῇ τοὺς ἐπηρεάζοντας. ἡ δὲ ἀκοὴ, θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον. ἡ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστί. καὶ ἡμεῖς τοίνυν, καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἀπαρχώμεθα τῷ Θεῷ. ἢ τοιαύτη θυσία, εὐάρεστος· ὡς ἥ γε τῶν Ἰουδαίων, ἀκάθαρτος. “ αἱ θυσίαι γὰρ αὐτῶν,” φησὶ, “ ἄρτος πένθους αὐ- “τοῖς.” ἐκείνη τὸ τεθυμένον, νεκρὸν ἀπέφαινεν. αὕτη τὸ τεθυμένον ζῶν ἐργάζεται. ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῆν. σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. οὐ γὰρ εἶπε ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ “ παραστήσατε.” ὡς ἃν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχετε λοιπὸν πρὸς αὐτά. ἑτέρῳ αὐτὰ ἐξεδώκατε. καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν κοινὸν λοιπὸν πρὸς αὐτοὺς ἔχουσι. καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου, τὰ μέλη. μὴ κάθελκε αὐτὰ πρὸς ἰδιωτικὸς διακονιας. καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾶν μέλλομεν. οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ’ αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ’ ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε. ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ’ ἃν εἴη θυσία.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
