# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.33.6

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.33.6

Θεοδώρου Μονάκου. Θαυμασιώτατα α δὲ τὴν συμβουλὴν διὰ πάντων παρέτεινεν. οὐ τῷ παραστῆσαι μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ θυσίαν αὐτὸ ὀνομάσαι. ἔδειξε γὰρ ὡς οὐδενὶ προσῆκεν εἰς τὸ ἐναντίον καταχρήσασθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ. ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ Θεῷ κατὰ νόμον θυσίας τῶν ἀλόγων, τῇ κοινῇ χρήσει τῶν ἀνθρώπων παραδίδοσθαι θεμιτὸν ἦν ἔτι. εἶτα μὴ ἀρκεσθεὶς τούτῳ, καὶ ἕτερον ἐπάγει, “ κατὰ τὴν λογικὴν λατρείαν “ ὑμῶν,” φησι· τουτέστι, κατὰ τοὺς ἐκείνης νόμους. τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θυσίαν τὰ σώματα ὑμῶν παραστῆσαι, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων, πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν, τῷ βίῳ, καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει. Βασιαείου Ἐκ Τῶν Ἀσκητικῶν. Λατρεία δέ ἐστιν, ὡς λογίζομαι, ἡ συντεταμένη καὶ διηνεκὴς καὶ ἀμετεώριστος περὶ τὸν λατρευόμενον ἀγάπη. τὴν μέντοι διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μὲν, οἴδατε ὅτι ὅτε ἔθνη ἤτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἃν “ ἤγεσθε ἀπαγόμενοι.” ποτὲ δὲ, “ παραστήσατε τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ὁ μὲν γὰρ, ὡς ἃν ἄγηται ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν. ἅτε δὴ μὴ ὑπὸ τοῦ λόγου καθηγουμένου ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος. τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ πρὸς ὅπερ ἃν ἄγηται, ὡς οὐ θέλει φερόμενος. ὁ δὲ μετὰ λόγου ὑγιοῦς, καὶ βουλῆς ἀγαθῆς, σὺν πολλῇ φροντίδι τὸ ἀρέσκον τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα, “ λύχνος τοῖς “ ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.” καὶ πάλιν, “ καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.”

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
