# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.33.7

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.33.7

Ἰσιδώρου. Ἐκείνους οὖν ὁ Παῦλος ὁρίζεται ἱερέας, τοὺς μὴ θύμασι τὴν εὐσέβειαν, ἀλλὰ γυμνῇ πληροῦντας τῇ ψυχῇ· καὶ μόνους καθαρῶς ἐκ τῶν σωμάτων οἴκοθεν σπένδοντας. θῦμα γὰρ κάλλιστον, τὸ τὴν γνώμην ἔχειν εὐαγῆ, καὶ τὴν σάρκα ἁγνήν· διὸ καὶ τὸ, “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν εὐάρεστον τῷ Θεῷ, “ τὴν λογικὴν λατρείαν ὑμῶν,” ἔφησεν. οὐ γὰρ ἱερεῦσι γράφων ἐπέστειλε ταῦτα, ἀλλ’ ὁλοκλήρῳ ἐκκλησίᾳ. ἕκαστον γὰρ ἑαυτοῦ ἐν τούτῳ τῷ μέρει ἱερέα εἶναι προσέταξεν. εἰ δὲ τοὺς ὑπηκόους ἡ ἁγνεία ἱερέας χειροτονεῖ, ἡ λαγνεία δηλονότι τοὺς ἱερέας ἀποχειροτονεῖ· καὶ τοῦτο μὲν οἱ θεσμοὶ διαγορεύουσι. γίνεται δὲ τοῦτο οὐ πάνυ. δι’ ἃς δὲ αἰτίας, οὐκ ἐμὸν λέγειν. οἱ δὲ τὴν θείαν ἱερωσύνην ἐστεμμένοι, καὶ τῆς προεδρίας ἀξίως τετυχηκότες, εἰ καὶ τὴν τοῦ σώματος ἁγνείαν φυλάξαιεν, ὄντως ἱερῶν εἰσὶν ἱερώτεροι. ὥσπερ γὰρ ἐπὶ τῆς παλαιᾶς διαθήκης ἱερᾶσθαι οὐκ ἐξῆν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα, πάντες τρόπον τινὰ ἱερωσύνῃ ἐτιμῶντο· ἕκαστος γὰρ τὸ πρόβατον ἔθυεν. οὕτω καὶ ἐπὶ τῆς καινῆς καὶ ἀδιαδόχου, ἔχουσι μὲν κατ’ ἐξαίρετον τὴν ἱερουργίαν τῆς ἀναιμάκτου θυσίας, οἷς ἔξεστι ταύτην προσάγειν· ἕκαστος δὲ τοῦ ἰδίου σώματος ἱερεὺς κεχειροτόνηται· οὐχ ἵνα χει- ροτόνητος ἐπιπηδοίη τῇ τῶν ἱερέων ἀρχῇ. ἀλλ’ ἵνα τῆς κακίας ἄρξας, τὸ σῶμα τέμενος ἱερὸν τῆς ἁγνείας κατασκευάσῃ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
