# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.6.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.6.1

Χρυσοστόμου. Πάλιν ἐπιπηδᾷ τῆ φιλονεικία τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων· καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερῶν συγγνώμης. οὐδὲ γὰρ ἔχετε, φησὶ, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν. φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθημεν προσελθεῖν. ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα. πῶς γὰρ ἃν ταῦτα ἀπῄτησεν ο Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; ταῦτα δὲ εἶπε, βουλόμενος ἐνδείξασθαι ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. οὐ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης; καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ. καὶ ταύτην λυμήνῃ τὴν δωρεάν. εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. εἶτα ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους, ἀπὸ χάριτος ἔφη σεσῶσθαι. ὅταν γὰρ εἴπῃ ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν, ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. καὶ οὐ τούτῳ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν “ κατέλιπον ἐμαυτῷ.” τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. καὶ εἰ χάριτι, φησὶν, διατί μὴ πάντες ἐσωζόμεθα; ὅτι μὴ βούλεσθε. ἢ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει· οὐ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτὴ διηνεκῶς καὶ ἐναντιουμένους.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
