# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.6.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.6.2

Γενναδίου. Οὐ τηνάλλως δὲ ἀδολεσχῆσαι βουλόμενος, οὕτω ταῦτα ἔθηκεν ὁ Ἀπόστολος, ἀλλὰ δεῖξαι σπουδάζων, ἀσύμβατον ὄντα παντελῶς τὸν νόμον τῇ χάριτι· καὶ οὐ δυνάμενα κατὰ ταυτὸν ἀμφότερα ταῦτα, ἀλλὰ ἀναγκαίως ἔχον θατέρῳ θάτερον ὑπεξίστασθαι. ὥστε εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ. οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι Χριστῷ. ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ. κατὰ χάριν γὰρ, οὐ δι’ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων. ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι ἡ χάρις, χάρις μένει. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν, καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον. εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνήρηται ἡ χάρις. ἐπεὶ εἰ μὴ ἀνήρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον· τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι· ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ’ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον. καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς καὶ οὐ χάρις. ἡ δὲ χάρις δίδοται, οὐχ ὡς ἀντιμισθία, ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν, ὅτι τὴν εὐεργεσίαν τῆς χάριτος παρεχομένης· εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον ἐφ’ ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις. πάλιν οὐδὲ τὰ ἔργα μένει ἔργα. τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν. ἐπεὶ τοῖς ἔργοις μισθὸς, ἀλλ’ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν, κἄν τις δι’ ἔργων ταύτης τυχεῖν πειρασθείη, εἰς μάτην ἔσται ἡ πείρα. μήτε τῶν ἔργων, ἔργων ἔτι δυναμένων μεῖναι. οὐ γὰρ ἔσται τούτοις μισθὸς, τῆς χάριτος προλαβούσης. καὶ ματαιοπονοῦντος λαβεῖν δι’ ἔργων, ὃ προῖκα παρέσχεν ἡ χάρις. εἰ γοῦν χάριτι φησὶ, οὐκέτι ἐξ ἔργων· ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνήρηται ἡ χάρις, χάρις εἶναι. πάλιν εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις. ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον, ἔργον.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
