Ancient Greek
Chapter 11, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.6.4
Not analysed yet
Χρυσοστόμου. Δι’ ὅλου τοιγαροῦν ἐκεῖνο κατασκευάζει ὁ θεῖος Ἀπόστολος τὸ, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ.” δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία· καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσι, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ. καὶ τοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ ὑπερβολῆς τέθεικεν, εἰπὼν, “τί γὰρ εἰ ἠπίστησάν τινες ;” καὶ μὴ δὲ μέχρι στὰς, ἀλλ’ ἐπάγων, “γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος “ψεύστης.” καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχύν· καὶ ἀεὶ τοὺς μὲν, σωζομένους, τοὺς δὲ, ἀπολλυμένους.