# Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.8.4.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 11, Verse 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/11.8.4.1

Ισιδώρου. Τὸ οὑν, “ ἔδωκε, καὶ τὸ “ παρέδωκε, κάτα τοὺς τῆς ἱερᾶς γραφῆς νόμους καὶ τὰ ἰδιώματα, ἀφῆκεν ἐστὶ, καὶ συνεχώρησεν. εἰ δ’ οὐ καταδέχῃ, δι’ ἀποδείξεως ὁ λόγος βαδιεῖται. φησὶν ὁ Παῦλος περὶ τῶν τὸ θεῖον σέβας εἰδώλοις ἐπιφημισάντων, “παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τουτέστιν, ἀφῆκεν, ἐγκατέλιπε. πῶς γὰρ οὐκ ἔμελλον καὶ τὴν φύσιν ἀγνοεῖν, καὶ ὑπερορίοις ἐγκαλινδεῖσθαι πταίσμασιν, οἱ τὴν κτίσιν παρὰ τὸν κτίσαντα προσκυνήσαντες; καὶ πάλιν, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς νοῦν ἀδόκιμον, ποιεῖν τὰ μὴ καθήκοντα.” εἶτα αὐτὸ ἑρμηνεύων ἔφη, “ πεπληρωμένους πάσης ἀδικίας,” πλεονεξίας, κακίας. εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; θέα τὴν ἀκρίβειαν. οὐκ εἶπε παρέδωκε πληρωθησομένους, ἀλλ’ ὅτι πεπληρωμένους ἀφῆκεν. ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα, ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη. οὐ τῷ εἰς τὰ τῶν λύκων ἐμβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας. Τὸ μὲν οὑν ἔδωκε, τοιαύτην ἔχει τὴν ἔννοιαν. τὸ ’δε πνεῦμα κατανύξεως,” καταγνώσεως ἔσται καὶ καταπλήξεως. τὸ γὰρ νύττειν, τιτρώσκειν ἐστὶ καὶ πλήττειν. κατὰ τὸ, “ ἔνυξαν τὴν πλευρὰν “ τοῦ Ἰησοῦ λόγχῃ.” ἐπεὶ οὖν πλῆξαι ἐστὶ τὸ νύξαι, τὸ κατατρωθῆναι, κατανυγῆναι εἰκότως εἴρηται. εἰκότως εἶτα ἑρμηνεύων αὐτὸς ὅτι κατέπληξεν ἐστὶν, ἔφη, “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ “ ὦτα τοῦ μὴ ἀκούειν.” τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. ἅτε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς ἐνεργείας ἀρνοῦνται. ὅτι δὲ τοῦτο μηνύει, ἄκουε λεγούσης τῆς γραφῆς, “ μακάριος ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. καὶ μὴν ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. τί οὑν ἐστιν ὁ φησιν; εἰ μὲν εἴποιμεν ὡς οἴονται τινὲς τὸν μηδόλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; εἰ δὴ φαίημεν ὅτι μακαρίζει ’ρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπλαγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν ἑαυτῶν σωτηρίαν, οἷον ἔπαθεν Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελὼν, ὃ καὶ δεδίως ὁ θεσπέσιος Παῦλος, μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγε προσέσθαι αὐτὸν μετανοήσαντα, μή πὼς τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, τάχα πὼς τῆς ἀληθείας ἁψόμεθα τοῦ ῥητοῦ. εἰ δὲ ἐπὶ καλοῦ λέγεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς. κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει. ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἔρωσα ψυχὴ ἐβόα, “ ὅτι τετρωμένη ἀγάπη ἐγώ.” χρὴ γὰρ εἰδέναι ὅτι οὐ πάντως τὰ ἀυτὰ ὀνόματα καὶ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα. ἐπεὶ καὶ ὁ Δαβὶδ ἔλεγεν, “ ὅπως ἃν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ “ μὴ κατανυγῶ.” ὅπερ οἶμαι δηλοῦν, τὸ, οὐ μὴ καταπλαγῶ, οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν ἐπήγαγε γὰρ, “ Κύριε, ὁ Θεός “ μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαι.” καὶ οἱ περὶ Συμεῶνα δὲ καὶ Λευῒ μετὰ τὸ ὑβρισθῆναι αὐτῶν τὴν ἀδελφὴν, κατενύγησαν· τουτέστι, κατεπλάγησαν, καὶ κατετρώθησαν ὑπὸ τοῦ ζήλου· καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσον ὀργὴν, ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστὴν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
