# Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 12, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/12.10.1

Χρυσοστόμου. Εἰπὼν ὡς ἡ ἀγάπη ἀνυπόκριτος. ἐπειδὴ ἔστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασι, οἷα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις· ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησὶ, “ ἀποστυ- “ γοῦντες τὸ πονηρόν.” καὶ οὐκ εἰπεν ἀπεχόμενοι, ἀλλὰ μισοῦντες. καὶ οὐχ ἁπλῶς μισοῦντες, ἀλλὰ καὶ σφόδρα μισοῦντες. τὸ γὰρ ἀπὸ, τοῦτο ῥῆμα πολλαχοῦ ἐπιτάσεως ἐστὶ παρ’ αὐτῷ· ὡς ὅταν λέγῃ “ ἀποκαραδοκίαν,” καὶ, “ ἀπεκδεχόμενοι,” καὶ, “ ἀπολύ- “ τρωσιν.” ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν “ ἀποστυγοῦντες.” αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ὤραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος, καὶ πόλεμον. καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν εἰσάγει. οὕτω λέγων, “ κολλώμενοι τῷ ἀγαθῷ.” οὐκ εἶπε ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι. τοῦτο γὰρ τὸ κολλᾶσθαι δηλοῖ. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ ἔλεγε, “ προσκολληθήσεται “ πρὸς τὴν γυναῖκα αὐτοῦ.” εἶτα, καὶ αἰτίας λέγει δι’ ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἀδελφοὶ φησὶν ἐστέ. οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἃν ἦτε φιλεῖν ἀλλήλους. τοῦτο δὲ καὶ Μωυσῆς ἃν ἔλεγε πρὸς τοὺς ἐν Αἰγύπτῳ μαχομένους, “ ἀδελφοὶ ἐστέ· ἵνα τι ἀδικεῖτε ἀλλήλους ” ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, “ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων “ ἀνθρώπων εἰρηνεύετες,” φησί. ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μὴ δὲ μισεῖν καὶ ἀποστρέφεσθαι. ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν· καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. οὐ γὰρ δὴ μόνον φησὶν ἀνυπόκριτον εἶναι τὴν ἀγάπην χρὴ, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. τί γὰρ ὄφελος, ἃν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; διὸ καὶ εἶπεν, “ εἰς ἀλλήλους φιλόστοργοι.” τουτέστι, καὶ φίλει, καὶ θερμῶς φίλει. μὴ μένε φιλεῖσθαι παρ’ ἑτέρου, ἀλλ’ αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου. Ἐκ Τῶν Ἀσκητικῶν Τοῦ Βασιδείου. Ἡ γὰρ στοργὴ, κατ ἐπίτασιν τῆς φιλίας γένοιτ’ ἄν, ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶντος πρὸς τὸν ἀγαπώμενον. ἴνα οὑν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία ᾖ, ἀλλ’ ἐνδιάθετος καὶ διάπυρος, εἴρηται τὸ, “ τῇ “ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.” ἄοκνοι, σπουδαῖοι. Χρυσοστόμου. “Τῇ τιμῇ ἀλλήλων προηγούμενοι. εἰπὼν τὴν αἰτίαν δι’ ἣν ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, λέγει καὶ πῶς ἃν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα. οὕτω γὰρ φιλία καἰ γίνεται, καὶ γενομένη μένει. καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῆ τιμὴ νικᾶν τὸν πλησίον. οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης· ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς. ὥσπερ οὖν καὶ ἡ τιμὴ ἀπὸ τῆς ἀγάπης.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
