# Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.11

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 12, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/12.10.11

Χρυσοστόμου. Οὐκ εἶπεν ἐργαζόμενοι, ἀλλὰ διώκοντες. παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν. ἀλλ’ αὐτοὺς ἡμᾶς ἐπιτρέχειν καὶ καταδιώκειν. “ εὐλογεῖτε τοὺς “ διώκοντας ὑμᾶς. εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.” διδάξας αὐτούς. πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρή. καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν· εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους μὴ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει. οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ’ ἐκεῖνα ταῦτα τίθησι καὶ φησὶ, “ εὐλογεῖτε τοὺς διώκοντας “ ὑμᾶς.” οὐκ εἶπε μὴ μνησικακεῖτε, μὴ δὲ ἀμύνεσθε. ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐξῄτησεν. ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου. τοῦτο δὲ Ἀγγέλου λοιπόν. καὶ εἰπὼν, “ εὐλογεῖτε,” ἐπήγαγε, “ καὶ “ μὴ καταρᾶσθε.” ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον. καὶ οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐκέλευσε, προιὼν δὲ, καὶ ἔργοις εὐεργετεῖν παραινεῖ, “ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν “ μετὰ κλαιόντων.” Χρυσοστόμου. Ἐπειδὴ γάρ ἐστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι· μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. διὸ καὶ τοῦτο ἐπήγαγεν ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. φιλοσοφωτέρας δὲ δεῖται ψυχῆς τὸ χαίρειν μετὰ χαιρόντων μᾶλλον, ἣ τὸ κλαίειν μετὰ κλαιόντων. τοῦτο μὲν γὰρ, καὶ ἤ φύσις αὐτὴ κατορθοῖ· καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα. ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε μὴ μόνον τῷ εὐδοκιμοῦντι μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. διὰ τοῦτο, καὶ πρότερον αὐτὸ τέθεικεν. οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. οὐ γὰρ εἶπε λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις, ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλέον ἀνεῖλες κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. διὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
