Ancient Greek
Chapter 12, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.12
Not analysed yet
Θεοδωρήτου. Κοινωνεῖτε οὖν φησιν ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν ἐναντίων. τὸ μὲν γὰρ, συμπαθείας· τὸ δὲ φιλίας, οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον. Βασιλείου Ἐκ Τοῦ περὶ εὐκαριστίασ λόγου. Ἴδωμεν δὲ τίσι συγχαίρειν εἰκὸς, καὶ τίσι συναλγεῖν. δικαίοις μὲν συσκιρτᾶν καὶ συναγάλλεσθαι ὁ θεῖος νόμος ἡμῖν ἐπιτρέψει. τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι. ἣ τοὺς ἀναλγήτως διακειμένους, ἀποκλαίεσθαι· ὅτι οὐδὲ ἴσασι πῶς ἀπολλυνται. οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα καὶ συνεκβοήσαντα τοῖς ἀνθρώποις τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ τοῖς κάμνουσι βοηθεῖν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. τοιοῦτος δέ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. οὕτω γὰρ ἑαυτὸν οἰκειώσει τοῖς πάσχουσι. μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μὴ δ ἐναδιαφορῶν τοῖς ἀλλοτρίων ἀλγήμασιν. οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσήκει· ὥστε ἣ συνεκβοᾶν ἣ συνθρηνεῖν τῷ πεπτωκότι τινὶ συμφορᾷ, ἣ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι καὶ κουρᾶς ἀμελεῖν. ἐκ τούτων γὰρ ἐπιτείνειν ἔστι μᾶλλον τὴν συμφορὰν, οὐ πραΰνειν. ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσήκει· ἐν συννοίᾳ προσώπου καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιτιμᾶν προσήκει ταῖς ἐπιτιμήσεσιν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις, ἡ ἐπιτίμησις. καὶ ἅμα δυσπαράδεκτοι εἰσὶ τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. ἀλλὰ συγχωρήσαντα, κενὰ καὶ ἄπρακτα ἐμβοῆσαι καὶ ὀλοφύρασθαι. ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἀμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. ὅταν δὲ πάλιν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ καὶ συμπάθει. οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο.