Ancient Greek
Chapter 12, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.3
Not analysed yet
Χρυσοστόμου. Ειτα ἴνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερον τι πλέον ἐπιζητεῖ, λέγων, “τῇ σπουδῇ μὴ ὀκνηροί.” καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει. ὅταν μετὰ σπουδῆς καὶ προστασίαν ἐπιδειξώμεθα. οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου. μᾶλλον δὲ ἐκ τοῦ φιλεῖν, καὶ τοῦτο γίνεται. ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου διαθερμαίνεται. καὶ ἀλλήλων εἰσὶ κατασκευαστικά. καὶ γὰρ εἰσὶ πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, οὐκ ὀρέγοντες δὲ χεῖρα. διὰ τοῦτο, πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην.