Ancient Greek
Chapter 12, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.6
Not analysed yet
Θεοδωρήτου. Ἢ Πνεῦμα μὲν ἐνταῦθα τὸ χάρισμα προσηγόρευσεν. ὕλην δὲ τούτῳ προσφέρειν καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. τοῦτο δὲ καὶ ἑτέρωθι λέγει, “τὸ Πνεῦμα μὴ “σβέννυτε.” σβέννυται δὲ τὸ Πνεῦμα, τοῖς ἀναξίοις τῆς χάριτος. οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται.