Ancient Greek
Chapter 12, Verse 18
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.18.1
Not analysed yet
Ἰσιδώρου. Ὁ γὰρ εὐσεβὴς τῷ ἀσεβεῖ πῶς εἰρηνεύσει; ἢ ὁ δίκαιος τῷ ἀδίκῳ; εἰ δὲ λογισμοὺς οἴει τούτους εἰναι, θέα αὐτὸν τὸν Παῦλον, εἰ μετὰ πάντων εἰρήνευσεν. εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι τί οὑν ἐστιν “εἰ “δυνατόν σοι ;” μὴ δίδου τινὶ λαβὴν ἔχθρας. μὴ δὲ δικαίως καὶ εὐλόγως ἔχε ἐχθρόν. εἰ δὲ ἀλόγως ἐκεῖνοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. οὐ δὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκὼς “ἐμίσησάν με “δωρεὰν,” ἐκέλευσε μὴ ἔχειν ἐχθρούς. τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τοῦ μὴ κατασπείρειν ῥίζαν πολέμου. καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. εἰ δὲ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔφη, “δίωκε δὲ εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν “Κύριον, ἐκ καθαρᾶς καρδίας.” μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα· ἀλλὰ τὸν, ἑαυτῶ τοὺς ἐχθροὺς κατασκευάζοντα. εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος, οὐ γὰρ οἱόν τε, οὐδὲ παρὰ τὸ φῶς.