Ancient Greek
Chapter 12, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.19.4
Not analysed yet
Ὡριγένουσ. Ἢ καὶ οὕτως. ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις, δοκεῖ πείνα εἶναι καὶ δίψα, ὡς ὑγείας ἐμποιητικὰ ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείναν ἣ δίψαν ὁ ἐχθρὸς σχῇ, μετὰ τὸ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτε, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἔστι χοῖρος ἣ κύων, ἀνάξιος τῶν ἁγίων. πολλαχῶς δέ ἐστι πεινῶντα θρέψαι τὸν ἐχθρόν. ποτὲ μὲν λόγῳ διδασκαλικῷ· ποτὲ δὲ, εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός. οὐκοῦν τοῦ ἐχθροῦ ὡς μὴ ὄντος ἀνδρὸς, διὰ τὸ ἀσεβὲς, κεφαλὴ ὁ ἀντίχριστος. ὃν χρὴ ἐξαφανίζεσθαι ὡς ἐναντίον τῷ τοῦ Θεοῦ λόγῳ, ὑπὸ τοῦ λογικοῦ πυρὸς τῶν ἀνθράκων. ὅταν ὁ ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον, πεινήσας, φάγῃ τὸν ἀπὸ τῆς ἁγίας τραπέζης ἄρτον· καὶ διψήσας, ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι. διὸ καλόν ἐστι σωρεῦσαι ἄνθρακας, ὁ ἐστι λόγους, ἐπὶ τὴν τοῦ ἐχθροῦ κεφαλήν. “ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ “τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. ”τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπε, “πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.” ἀντὶ τοῦ, ἀναλῶσαι καὶ ἐξαφανίσαι τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων χρεία, ἵνα τοῦ ἐχθροῦ ἡ κεφαλὴ ἐξαναλωθῇ. οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι, οἱ ἐξαναφανίζοντες τὸ ψεῦδος. ὅταν οὖν ἀναλωθῇ ἡ τοῦ ἐχθροῦ κεφαλὴ, ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν, γίνεται ὁ ποτὲ ἐχθρὸς, φίλος. καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.