# Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.2.1.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 12, Verse 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/12.2.1.1

Χρυσοστόμου. Ἐπάρας διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα τῆς ἑαυτοῦ σαρκὸς διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον δι’ οὗ δυνατὸν ταῦτα κατορθοῦν. τίς οὖν ὁ τρόπος; “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορ- “ φοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.” καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲ διηνεκὲς, καὶ εὐθεές· ἀλλὰ πάντα διεστραμμένα. εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς σεαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βέβαιον ἐστί. διὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό. καὶ ἀλλαχοῦ πάλιν, “ παράγει τὸ σχῆμα τούτου.” οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. διὸ καὶ τῷ “ αἰῶνι τούτῳ” εἶπε. διὰ τούτου μὲν, τὸ ἐπίκηρον δηλῶν· διὰ δὲ τοῦ σχήματος, τὸ ἀνυπόστατον. κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν ἄλλο τι τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια. ἀλλὰ σὺ μὴ συσχηματίζου τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, τῇ ἀνακαινώσει τοῦ νοός. οὐκ εἶπε μετασχηματίζου τῷ νοὶ, ἀλλὰ μεταμορφοῦ. δεικνὺς ὅτι τὰ μὲν τοῦ κόσμου, σχῆμα, τὰ δὲ, τῆς ἀρετῆς, οὐ σχῆμα ἀλλὰ μορφή τις ἀληθείας, φυσικὸν ἔχουσα κάλλος, οὐ δεόμενον τῶν ἔξωθεν ἐπιτριμμάτων τὲ καὶ σχημάτων, τῶν ὁμοῦ τὲ φαινομένων καὶ ἀπολλυμένων. ἃν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον. εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας, εἰκὸς καθ’ ἑκάστην ἁμαρτάνειν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι καθεκάστην ἀνακαίνου σαυτόν. ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. ἥμαρτες σή- μερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; μὴ ἀπογνῷς, ἀλλ’ ἀνακαί- νίσον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει, καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν. Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν φησιν, “ εἰς τὸ δοκιμάζειν “ ὑμᾶς τι τὸ θέλημα τοῦ Θεοῦ.” ἢ τοῦτο φησίν. ἀνανεώθητε, ἵνα μάθητε τὰ συμφέροντα, καὶ τι ποτε τὸ θέλημα τοῦ Θεοῦ. ἣ οὕτω. δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. ἃν γὰρ εἰδῇς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ’ ἀρετὴν ἁπάσης. καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα φησίν. καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα, οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς, καὶ τὰ θελήματα τοῦ Θεοῦ ἀγνοοῦσι. καὶ γὰρ ἀμφότερα ταῦτα ἓν τί ἐστι. τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται. καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν εἰσίν. ἅπερ οὖν ὁ Θεὸς βούλεται, τίνα ἐστίν; ἐν πενίᾳ ζῆν, ἐν θλίψει, ἐν ταπεινοφροσύνῃ, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν. ἀλλ’ οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται. τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι αὐτὰ συμφέροντα καὶ Θεοῦ θελήματα. διὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων, τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην. διάτοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ. ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ τῶν ἐχομένων τοῦ νόμου. θέθημα γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία, ἀλλ’ οὐ προηγούμενον. ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν. τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασεν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
