Ancient Greek
Chapter 12, Verse 2
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.2.4
Not analysed yet
Φωτίου. Ἣ ἀντὶ τοῦ, μὴ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων. τοῦτο δὲ εἰπὼν, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν, οὐκοῦν οὐδόλως δεῖ ἡμᾶς μετασχηματίζεσθαι, ἀπὸ τῆς παραδεδομένης ἡμῖν τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει, “ἀλλὰ μεταμορφοῦσθε.” τουτέστι, δεῖ ἡμᾶς κατὰ τὸ θέλημα τοῦ Θεοῦ μετατίθεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ νόμου διδασκαλίας, καὶ τῆς κατὰ τὸ θέλημα τοῦ Θεοῦ σοφίας. ἡ μὲν γὰρ, καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα· ἡ δὲ, οὐ μόνον οὐκ ἀπόλλυσι τὸ του νόμου σχῆμα, ἐν σχήματι γὰρ καὶ σκιᾷ καὶ τύποις του νόμου ὑπῆρχεν, ἀλλὰ καὶ τελειοῖ αὐτό· τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ δὴ καλῶς φησὶν, “μὴ συσχηματίζεσθε, ἀλλὰ μεταμορφοῦσθε. τὸ μὲν γάρ ἐστιν, ἀπώλεια, τὸ δὲ, σωτηρία καὶ τελειότης.