Ancient Greek
Chapter 12, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.3.1
Not analysed yet
Χρυσοστόμου. Ἀνωτέρω εἰπὼν, “διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ “παρακαλῶ ὑμᾶς,” ἐνταῦθα πάλιν λέγει διὰ τῆς χάριτος. ὅρα διδασκάλου ταπεινοφροσύνην· ὅρα γνώμην κατεσταλμένην. ὸὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναι φησὶ, πρὸς τὴν τοσαύτην παραίνεσιν καὶ συμβουλήν. ἀλλὰ ποτὲ μὲν, τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. καὶ οὐκ εἰπε, λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, ἀλλὰ “διὰ τῆς χάριτος.” συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε ἀγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοὴ.