Ancient Greek
Chapter 12, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.3.3
Not analysed yet
Χρυσοστόμου. “Παντὶ τῷ ὄντι ἐν ὑμῖν.” οὐ τῶ δεῖνι καὶ τῶ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι. κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. οὕτω καὶ ἀνεπαχθῆ τὸν λόγον ποιεῖ· πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις. ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολωτέραν δέξωνται. καὶ τί λέγεις εἰπέ μοι; “μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.” τὴν μητέρα τῶν ἀρετῶν ἐνταῦθα εἰσάγει πρώτην, τὴν ταπεινοφροσύνην· τὸν διδάσκαλον αὐτοῦ μιμούμενος. καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο. λέγων οὕτως, “μακάριοι οἱ πτωχοὶ, τῷ πνεύματι.” οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ’ ἡμῶν ἀπαιτήσας. μέλλων δὲ καὶ κατὰ μέρος αὐτὴν ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς τῆς ταπεινοφροσύνης ἄρχεται. καὶ φησὶν, “μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ “φρονεῖν.” τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ. “ἀλλὰ φρονεῖν εἰς τὸ “σωφρονεῖν.” ὃ λέγει, τοῦτό ἐστιν. ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ’ ἵνα εἰς σωφροσύνην. καὶ οὐκ εἶπεν εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ’ “εἰς τὸ σωφρονεῖν.” σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετήν· οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας. ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν. καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. δεικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι. τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν. ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος. σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην.