Ancient Greek
Chapter 12, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.3.5
Not analysed yet
Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῶν χαρισμάτων ἡ δόσις, πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε, καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς καὶ τὴν αἰτίαν τοῦ νοσήματος δήλην ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. εἰπὼν γὰρ ὅτι “δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν,” ἐπήγαγεν, “ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.” πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. εἰπὼν δὲ ὅτι “ἐμέρισε,” καὶ τὸν, ἔλαττον εἰληφότα παρεμυθήσατο· καὶ τὸν μείζονος ἀπολαύσαντα, καταστέλλει. εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, φησὶν, καὶ μὴ σὸν τὸ κατόρθωμα, τι μέγα φρονεῖς; εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τούτῳ πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. εἰ γὰρ ὃ τοῦ χαρίσματός ἐστιν αἴτιον ἡ πίστις, καθ’ ἣν τὰ θαύματα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν σὺ μέγα φρονεῖς; καὶ γὰρ εἰ μὴ παρεγένετο, μὴ δὲ ἐσαρκώθη, οὐδ’ ἃν τὰ τῆς πίστεως προεχώρησεν. ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει. πάντα γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. καὶ ὡσπερ τὸ δοῦναι ἄπο φιλανθρωπίας γέγονεν, οὐτῶ καὶ τὸ πόσον δοῦναι. οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστι τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μετρίῳ σε προδιδοναι ἔμελλεν. εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ’ ἃν ἔδωκε τὴν ἀρχήν. εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐβούλετο, διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ, τί θορυβῇ καὶ ταράττῃ, καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει; Κυρίλλου. Ἐνταῦθα μὲν οὖν “ὁ Θεὸς,” φησὶν, “ἐμέρισεν “ἑκάστῳ μέτρον πίστεως.” ἐν ἄλλοις δὲ τῇ τοῦ πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀνατιθείς. “καὶ ᾧ μὲν “δίδοται, πνεῦμα σοφίας.” εἶτα μεθ’ ἕτερα, “ἑτέρῳ δὲ πίστις” εἰπὼν, ἐπιλέγει, “ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ “Πνεῦμα, διαιροῦν ἰδία ἑκάστῳ καθὼς βούλεται.” οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρκοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸ τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι;