Ancient Greek
Chapter 12, Verse 4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.4.2
Not analysed yet
Θεοδωρήτου. Πρόσφορος δὲ ἡ εἰκὼν τῇ περὶ τῆς ἀγάπης διδασκαλίᾳ. καὶ γὰρ ἕκαστον τῶν μορίων τοῦ σώματος, οὐχ ἑαυτῷ μόνον χρήσιμον, ἀλλὰ τῷ κοινῷ προσφέρει τὴν ὠφέλειαν. οὕτω τοίνυν προσήκει τὸν χάριτός τινος ἀπολαύσαντα, εἰδέναι σαφῶς, ὡς τῆς κοινῆς χρείας εἵνεκα τὸ δῶρον τοῦτο ἐδέξατο. σῶμα γὰρ ἓν οἱ πιστεύσαντες. μέλους δὲ χρείαν, ἕκαστος ἡμῶν πληροῖ. Γρηγορίου τοῦ Θεοδόγου. Μῆ τοίνυν ἔστω τίς κεφαλή· μόγις που χεὶρ τυγχάνων, ἣ ποὺς ἣ ἄλλο τι τῶν εὐτελεστέρων μερῶν του σώματος.