Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.5
Not analysed yet
Ἀποστόαου. Ὁ δέ τις, οὕτως ἔφησε περὶ τούτων, ἔχει τίς προφήτης χάρισμα τιμιώτατον μετὰ τὴν ἀποστολήν. “ἔθετο γάρ “φησιν, ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον, ἀποστόλους· δεύτερον, “προφήτας,” οὕτω φρονείτω κατὰ τὴν προφητείαν. εἰδὼς τὰ τῶν ἀποστόλων πρωτεῖα, καὶ δὴ καὶ ὁ διάκονος ὑπὸ τοῦτον τὸν τῆς διακονίας κανόνα, γινώσκων ἐν τάξει καταδεεστέρα. οἷον αἱ χεῖρες, ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην, ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω. λείπει γὰρ τὸ, μενέτω. δεύτερον γὰρ προφήτας, τρίτον διδασκάλους. τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ καὶ διδάσκαλοι, ὥσπερ ὦτα ἀκούοντες, καὶ συνιέντες τὰ ὀφθαλμοῖς ὁρώμενα καὶ δηλούμενα. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπισυνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα. μεταδόσεις δαψιλεῖς, προτασίας σπουδαίας, ἔλεον φιλάνθρωπον. ἐπήγαγε γὰρ, “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.”