Ancient Greek
Chapter 13, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.10.1
Not analysed yet
Χρυσοστόμου. Εἰδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετάς; τήντε τῶν κακῶν ἀποχήν· “κακὸν” γάρ, φησιν, “οὐκ ἐργάζεται,” καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν; πλήρωμα γὰρ νόμου, φησὶν, ἐστίν. οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. οὐ γὰρ ὅπως ἃν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν, ὅπερ ἐστι τοῦ νόμου, ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει τὴν συμμαχίαν ἡμῖν· ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν.