Ancient Greek
Chapter 13, Verse 11
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.11.2
Not analysed yet
Φωτίου. Τοῖς ἄνω δὲ ταῦτα συνήρτηται, καὶ πρὸς ἐκεῖνα ἀποδίδοται. ἐπίτασις μᾶλλον ὄντα, καὶ προτροπὴν τῶν εἰρημένων ἐμφαίνοντα. ποίοις δὲ ἄνω; “πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις “ὑποτασσέσθω.” καὶ, “ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν φησι ποιεῖτε διὰ τὰ προειρημένα, καὶ διὰ τοῦτο μάλιστα. διὰ ποῖον; εἰδότες ὅτι συντέτμηται τῆς ζωῆς ἡμῶν ὁ χρόνος. καὶ δεῖ ἡμᾶς, εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου, κἂν γοῦν νῦν, ἐγερθῆναι. φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τῷ τέλει ἐσμὲν τῆς ζωῆς ἡμῶν, ἢ ὅτε ἐπιστεύσαμεν.