Ancient Greek
13.13.2 to 13.13.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.13.2-4
Not analysed yet
Θεοδωρήτου. Ἀπὸ γοῦν τῶν σωματικῶν, δείκνυσι τὰ πνευματικά. καὶ γὰρ οἱ παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν νυκτὶ δρῶντες, μεθ’ ἡμέραν τὸ τῆς εὐκοσμίας περιτίθενται σχῆμα. βούλεται τοίνυν ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, τῶν προτέρων ἡμᾶς ἀπηλλάχθαι κακῶν. Μαξίμου. Ἡ γὰρ ἡμέρα ἔφθασεν· ἤγουν ἡ εὐαγγελικὴ χάρις· η το μυστήριον αὐτὸ του ταύτην ποιησαμένου τὴν χάριν ἐν ᾧ βούλεται πάντας ἡμᾶς ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν. ἡμέρα γὰρ ἀιδίου φωτός ἐστιν ὁ Χριστός. ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας, διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι. Ἰσιδώρου. Κῶμος δέ ἐστι μεθυστικὸς αὐλὸς, καταθέλγων τοὺς δαιτυμόνας τοὺς ἐν οἴνῳ ἐγχρονίζοντας. Μῆ ἔριδι καὶ ζήλῳ.