Ancient Greek
Chapter 13, Verse 13
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.13.8
Not analysed yet
Χρυσοστόμου. Πείθου τοίνυν καὶ ἀναστὰς ἐξ ὕπνου, ἔνδυσαι αὐτόν. καὶ ἐνδυσάμενος, αὐτῷ τὴν σάρκα εὐήνιον πάρεχε. τοῦτο γὰρ ἠνίξατο εἰπὼν, “τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυ- “μίαν.” ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν· οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγαίνειν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ μὴ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν. ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον Τιμοθέῳ τι φησιν, “οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς “σου ἀσθενείας.” οὕτω δὴ καὶ ἐνταῦθα, προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, οὐ πρὸς ἀσέλγειαν. οὐδὲ γὰρ ἃν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς.