# Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.3.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 13, Verse 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/13.3.1

Χρυσοστόμου. Ἐπειδὴ βαθεῖαν ἔδωκε τὴν πληγὴν, καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν ὥσπερ σοφὸς ἰατρὸς, φάρμακα προσηνῆ καὶ θεραπευτικὰ τιθεὶς, καὶ παραμυθούμενος, καὶ λέγων, τι δέδοικας; μὴ γὰρ, ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; διὸ καὶ ἐπάγει, “ θέλεις δὲ μὴ “ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. είδες πῶς αὐτὸν ᾠκείωσε τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; “ Θεοῦ γάρ ἐστι διάκονος εἰς τὸ “ ἀγαθόν. ” τοσοῦτον ἀπέχει τοῦ φοβῆσαι φησὶ, ὅτι καὶ ἐπαινεῖ. τοσοῦτον ἀπέχει τοῦ κωλύειν τὸ ἀγαθὸν ποιεῖν, ὅτι καὶ συμπράττει. ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διατὶ οὐχ ὑποτάσσῃ; καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετήν· τοὺς μὲν πονηροὺς, κολάζων· τοὺς δὲ ἀγαθοὺς, εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων. διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. καὶ σοί, φησι, διάκονος ἐστὶ Θεοῦ· κωλύων τοὺς κακοὺς, καὶ τὴν ἐκ τούτων βλάβην σοι ἀφαιρούμενος, καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δέ σοι εἰς τὸ ἀγαθὸν, καὶ ὅταν ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν, καὶ προτρεπόμενος εἰς ἀρετήν. ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος, προτρέπει σε εἰς τοῦτο. Ἔὰν δὲ τὸ κακὸν ποιεῖς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ κακῶς πράσσοντι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
