Ancient Greek
13.3.2 to 13.3.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.3.2-3
Not analysed yet
Θεοδψρήτου. Εἰ τῶν ἀγαθῶν, φησὶν, ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν. εἰ δὲ τἀναντία μετέρχῃ, δείδιθι ταύτην τὴν ψῆφον. ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν, θεόθεν κεχειροτονηται. Χρυσοστόμου. Εἶδες πῶς αὐτὸν ἐπέστησε, καθοπλίσας καθάπέρ τινα στρατιώτην φοβερὸν τοῖς ἁμαρτάνουσιν; ἀλλ’ ἵνα μὴ πάλιν ἀκούσας κόλασιν καὶ μάχαιραν, ἀποπηδήσῃς, φησὶν ὅτι Θεοῦ νόμον πληροῖ. τι γὰρ εἰ καὶ αὐτὸς ἀγνοεῖ; ἀλλ’ ὁ Θεὸς οὕτως ἐτύπωσεν. εἰ τοίνυν ὁ κολάζων διάκονός ἐστιν, ἐκδικῶν ἀρετὴν, τὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς, τοιαῦτα εἰσάγοντι ἀγαθά;