Ancient Greek
Chapter 13, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.5.1
Not analysed yet
Χρυσοστόμου. Τί ἐστιν, “οὐ μόνον διὰ τὴν ὀργήν;” οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, οὐδ’ ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα, καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀρχόντων, ἀλλ’ ὅτι καὶ ἐν τοῖς μεγίστοις, σοῦ εὐεργέτης γίνεται· εἰρήνης ὣν πρόξενος, καὶ εὐνομίας πολιτικῆς. ἐὰν γὰρ ἀνέλῃς τοὺς ἄρχοντας, πάντα οἰχήσεται· τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων· ὥστε κἂν μὴ ὀργή τις εἵπετο παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαι σε ἐχρῆν. ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι καὶ ἀγνώμων πέρι τον ευεργετην.