Ancient Greek
Chapter 13, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.9.1
Not analysed yet
Χρυσοστόμου. Μῆ γάρ τοι, φησὶν, μὴ δὲ τοῦτο χάριν εἶναι νόμιζε· καὶ γὰρ τοῦτο ὀφειλή. ὀφείλεις γὰρ τῷ ἀδελφῷ τὴν ἀγάπην, διὰ τὴν συγγένειαν τὴν πνευματικήν. οὐ ταύτῃ δὲ μόνον, ἀλλ’ ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων. κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. φίλει τοίνυν τὸν ἀδελφόν. ἐκ γὰρ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδαίνεις, ὡς τὸν νόμον ἅπαντα πληροῦν. οὐκ εἶπε δὲ ἀναπληροῦται ἁπλῶς ἐν τούτῳ, ἀλλ’ “ἀνακεφαλαιοῦται.” συντόμως δηλονότι καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς, ἡ ἀγάπη. καὶ οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. οὐ γὰρ ἁπλῶς εἶπεν “ἀγαπήσεις τὸν πλησίον,” ἀλλ’ “ὡς σεαυτόν.”