# Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.14.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 14, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/14.14.1

Χρυσοστόμου. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον. πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. οὐ γὰρ λέγει ὅτι δίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον, ἀλλὰ τὴν ἀγωνίαν μόνον προτείνει τοῦ πράγματος· ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ’ αὐτοῦ λεγομένοις. ινα δὲ μὴ λέγῃ τίς τῶν πιστῶν, καὶ τι πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ νόμῳ τοσούτῳ ἀντικαταστῆναι, καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν, ἐπάγει, “ ἐν Κυρίῳ.” τουτέστι, παρ᾿ αὐτοῦ πληροφορηθείς. οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. τι τοίνυν πέπεισαι καὶ οἶδας εἰπὲ, ὅτι οὐδὲν κοινὸν δι’ αὐτοῦ; τῇ φύσει, φησὶ, οὐδὲν ἀκάθαρτον· ἀλλὰ ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος. ἐκείνῳ γοῦν μόνῳ γίνεται, καὶ οὐχὶ πᾶσι. τῷ γὰρ λογιζομένῳ, φησὶν, τι κοινὸν, ἐκείνῳ κοινόν. τί οὐν οὐ διορθοῖς τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον, καὶ ἀπάγεις τῆς τοιαύτης συνηθείας μετὰ πολλῆς ἐξουσίας; φοβοῦμαι φησὶ, μὴ λυπήσω αὐτόν. διὸ καὶ ἐπήγαγεν. “εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός “ σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς.”

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
