Ancient Greek
Chapter 14, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.14.2
Not analysed yet
Θεοδωρήτου. Ἢ καὶ οὕτως. ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, σὺ τίς ὣν ἀντινομοθετεῖς Μωϋσῆ; τὸν διὰ Μώσεως δεσπότην εἰς μέσον παρήγαγε. διδάσκων ὡς αὐτὸς τὰς νομικὸς παρατηρήσεις ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα. τὸ γὰρ δι’ αὐτοῦ, ἀντὶ τοῦ διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν. αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον, “ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.