Ancient Greek
Chapter 14, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.15.3
Not analysed yet
Γενναδίου. Θαυμασιώτατα τοίνυν τὸ πρᾶγμα διέβαλε. πρῶτον μὲν, τῷ εὐτελεῖ τῆς προφάσεως, “διὰ βρῶμα,” εἰπών. εἶτα, τῷ προσώπῳ περὶ ὃ τὸ ἁμάρτημα, “ὁ ἀδελφός σου” φήσας· εἶτα, τῷ τοῦ πλημμελήματος ἀποτελέσματι· ἀπώλειαν ἄντικρυς αὐτὸ προσειπών. τέταρτον, τῷ, εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος. “ὑπὲρ οὗ,” φησὶν, “Χριστὸς ἑκουσίως ἀπέθανε.” πέμπτον, ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν. ἕκτον, ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως, τῇ Χριστοῦ πίστει προσεληλύθαμεν· ἀλλ’ ἐπὶ μετουσίᾳ δικαιοσύνης, τουτέστιν, ἀναμαρτησίας, καὶ εἰρήνης καὶ χαρᾶς. ἐκ γὰρ τῆς ἁμαρτίας ἢ πρόσκρουσις· ἐκ δὲ τῆς προσκρούσεως, ἡ τῆς λύπης κατάκρισις. ἀρθείσης οὖν τῆς ἁμαρτίας, καὶ τὰ ἐκ ταύτης ἐξήρηται. ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης, εἰκότως εἰρήνῃ καὶ χαρὰ συνεισήχθη. τὸ δὲ “ἐν “Πνεύματι Ἁγίῳ,” τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν.