Ancient Greek · ~2 min
14.15.Comment verse to 14.15.1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.15.Comment verse-1
Not analysed yet
Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Θεοδώρητου. Πάλιν ἐπιμέμφεται τοῖς ἐξ ἐθνῶν, μὴ φέρουσι τὴν Ἰουδαίων ἀσθένειαν. καὶ αὔξει τὸ ἔγκλημα τῆς ἀγάπης, γυμνώσας τὸν ἐκεῖνα μετιόντα. εἶτα μειζόνως δείκνυσι τὴν ἀτοπίαν, ὑπὲρ οὗ, λέγων, τὸν θάνατον ὁ δεσπότης Χριστὸς κατεδέξατο. σὺ δὲ οὐ βούλει τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι; ἀλλὰ τῇ μεταλήψει τεκταίνεις τὸν θάνατον;