Ancient Greek
Chapter 14, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.16.1
Not analysed yet
Κυρίλλου. Μῆ κατεπαιρέσθω τῶν ἀσθενῶν, ἡ τῶν εὐδοκιμούντων λαμπρότης. μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν βλασφημείσθω πρός τινος. οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο. οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα. ἀλλ’ ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ, καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς Ἰουδαϊκῶς ζήσαντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς, καὶ ἀπείχετο βρωμάτων, ἀλλ’ ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε, τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ, εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν. ἦν γὰρ ἐθνῶν διδάσκαλος.