Ancient Greek
Chapter 14, Verse 20
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.20.5
Not analysed yet
Κυρίλλου. Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν, καὶ οἶνον πιεῖν, ἀλλ’ οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ κἀς ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι’ ἑαυτοὺς ἀποχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον, “ἀγαπήσεις τὸν πλησίον σου ὡς “σεαυτόν.”