Ancient Greek
Chapter 14, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.22.3
Not analysed yet
Γενναδίου. Ὥσπερ γάρ τινος ἀντειπόντος, πρὸς τὸ, “καλὸν “τὸ μὴ φαγεῖν κρέα.” τί οὖν, ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι’ ἐκεῖνον; οὐκ ἐκστῆναι σε, φησὶ, κελεύω τῆς πίστεως. τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ ταύτης ἀντέχεσθαι. ἀλλὰ νου- θετῷ μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφόν. ἧς δὲ ἔχεις ’πι πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ τῷ Θεῷ. ἔξεστι γὰρ οὕτω, μὴ καὶ σὲ ζημιοῦσθαι τὴν πίστιν· κἀκεῖνον μὴ παραβλάπτεσθαι.