# Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.23.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 14, Verse 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/14.23.1

Χρτσοστόμου. Πἀλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δίδωσι τῷ τελειοτέρῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ τῷ εἰς τὸ γενέσθαι μακάριος. ἐπειδὴ γὰρ εἶπε, καθ’ ἑαυτὸν ἔχε, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει, τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μὴ δὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν. εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες, οἳ πάντων εἰσὶν ἀθλιώτεροι. ἀλλὰ τῆς προκειμένης τέ ὡς ὑποθέσεως ἔχεται, τὸ δὲ, “ ὁ δὲ διακρινόμε- “ νος, ἐὰν φάγῃ, κατακέκριται,” πάλιν πρὸς τὸν ὑγιαίνοντα λέγει, παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου. τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν ; ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετὰ ἀμφιβολίας. ὁρᾷς πῶς αὐτὸν ἐνάγει, οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ, καθαρῷ συνειδότι φαγεῖν; εἶτα φησὶν, καὶ τὴν αἰτίαν δι’ ἣν κατακέκριται. ὅτι οὐκ ἐκ πίστεως. οὐκ ἐπειδὴ ἀκάθαρτον· οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. διὰ δὲ τούτων, δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι. ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. εἶτα κατὰ ἀπόφασιν, “ πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.” ὅταν γὰρ μὴ θαρρῇ, φησὶν, μὴ δὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
