Ancient Greek
Chapter 14, Verse 23
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.23.3
Not analysed yet
Γενναδίου. Ἐν τούτοις δὲ καὶ ἀντιπίπτων, ἔοικε λύειν. ὡς γάρ τινος εἰπόντος, ἆρα γε ἃν διὰ τὸν ἀσθενῆ, οὐδὲ ἐγὼ φάγω, οὐ γίνομαι αὐτῷ ὅμοιος; μονονουχὶ λέγει μὴ γένοιτο μη γὰρ σου ἐνώπιον Θεοῦ ἀκίβδηλος μένει. καὶ οὐ μόνον οὐδὲν παραβλάπτῃ ἐκ τούτου, ἀλλὰ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν τοῦ ἀδελφοῦ σωτηρίαν οὐκ ἐσθίῃς. ”μακάριος γάρ,” φησιν, “ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ”τουτέστιν, ὁ ἔχων τὸ συνειδὸς μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνῳ ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι, ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ, τὴν συνείδησιν ἔχων μαρτυροῦσαν.