Ancient Greek
Chapter 14, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.24.2.1
Not analysed yet
Θεοδωρήτου. Εἰ δὲ καὶ μετὰ ταῦτα εἴποιεν τινὲς, ὅτι μόνος σοφὸς ὁ Θεὸς ὀνομάζεται καὶ Πατὴρ, μανθανέτωσαν ὅτι ὁ δεσπότης Χριστὸς, οὐ μόνον σοφὸς, ἀλλὰ καὶ σοφία καλεῖται. εἰ δὲ ταύτῃ νομίζουσι τῆς τοῦ σοφοῦ προσηγορίας ἀποστερεῖν τον Τιον, μὴ δὲ ἀθάνατον αὐτὸν καλείτωσαν. ὁ γὰρ Ἀπόστολος οὗτος περὶ τοῦ Θεοῦ φησὶν, “ὁ μόνος ἔχων ἀθανασίαν.” Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Πόλλα δὲ καὶ ἄλλα προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ πλεονεκτήματα. λέγει γάρ που καὶ ἀλλαχοῦ Παῦλος, “ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.” καὶ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, οὔτε ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται. ἀλλ’ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτως ἐννοεῖν. πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; ἣ πῶς ὁραθήσεται Θεοῦ φύσις; ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν “Υἱὸν, περὶ οὗ γέγραπται, ὅτι “Θεοῦ δύναμις, καὶ Θεοῦ σοφίᾳ “ἐστίν;” ὥρα γὰρ λέγειν ἄσοφον εἶναι καὶ τὴν σοφίαν τοῦ Θεοῦ. οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τοῦ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἃν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ’ αὐτοῦ μόνου τάττοιτο. φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προσελθόντα Λόγον πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. Σὺ οὖν ἔχεις κἀνταῦθα τὴν τριάδα συναπτομένην. διὰ μὲν τοῦ, “σοφῷ Θεῷ,” τὸν Πατέρα. διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, δηλονότι τὸν Υἱόν. διὰ δὲ τοῦ, “κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ,” τοὺς προφήτας προφητεῦσαι τὸ Πανάγιον Πνεῦμα. καὶ ὅρα τῆς ὑψηλῆς καὶ ὡς ἀληθῶς οὐρανοδρόμου διανοίας τοῦ Παύλου τὸ ὀξυδερκές. ἐπεὶ γὰρ ὡς ἐπίπαν, τὸ μὲν σοφὸν εἶναι τὸ Πνεῦμα, οὐ προσίστασι. τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, συνῆψε ταῦτα καὶ ἤμειψε. καὶ τὸ μὲν, ὃ προσέστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησι ἐπὶ τοῦ Πνεύματος, αἰώνιον Θεὸν καλῶν. τὸ δὲ, ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ Πνεύματος, τοῦτο τίθησι μὴ δεδιὼς ἐπὶ τοῦ Πατρὸς, σοφὸν ἀποκαλῶν. οὐ δεδίει, μή τις ἀφέλῃ τῶν πολλῶν, ἣ τὸ σοφὸν ἀπὸ τοῦ Πνεύματος, ἣ τὸ αἰώνιον ἀπὸ τοῦ Πατρός. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ. τὸ γὰρ, “χρόνοις αἰωνίοις σεσιγημένου,” καὶ τὸ, “φανερωρθέντος,” τὸ ἄχρονον κυρύσσει τοῦ Υἱοῦ. περὶ ὃ προσκόπτειν ἔμελλον τινὲς τοῦτο θεραπεύειν. ὥσπερ οὖν ῥηθέντος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἰωνίου, καὶ τὸν Πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ Πατρὸς, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν. καὶ οὔτε τὸ αἰώνιον τοῦ Πατρὸς ἀφαιρεθείη, οὔτε τὸ σοφὸν τοῦ Πνεύματος ἢ τοῦ Υἱοῦ ἀποστερεθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ Πατρὸς, ἐνταῦθα σοφῶς συνάψαντα, τὸ, “μόνῳ,” τῆς ὡς ἀληθῶς ἦν τοῦ Πνεύματος σοφίας, καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλου διανοίας. ἐν τούτῳ γὰρ τέθεικε τὸ, “μόνῳ,” ἐν ᾧ πᾶσιν ἐστὶν ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις, ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα οὐκ ἀπεστέρηται τοῦτον. τί τοῦτο ποιήσας; ἵνα ἐν οἷς ἃν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι, τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴ, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων· ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος. ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς, καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν Πατέρα; καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἰπον τὸν Υἱὸν ἣ τὸ Πνεῦμα; καὶ τὸν Πατέρα μοι οὕτω νόησον. βασιλέα εἷπον τὸν Πατέρα· δυνατόν· ἐξουσιαστήν· καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον δὲ εἶπον· καλῶς. ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον. οὐχ ἵνα σχίσας αὐτὴν, ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω. ἐκείνην δὲ μᾶλλον διὰ τοῦ, μόνον, ἑνοποιῶ. τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ καὶ συσφίγγων τὴν ἑνότητα.